<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="121">ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. </l><l n="122">Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ. </l><l n="123">νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης </l><l n="124">ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ </l><l n="125">ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα </l><l n="126">νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες </l><l n="127">ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, </l><l n="128">δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός· </l><l n="129">ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· </l><l n="130">λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης </l><l n="131">φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με </l><l n="132">ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. </l><l n="133">οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, </l><l n="134">ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. </l><l n="135">ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες </l><l n="136">δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, </l><l n="137">ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι. </l><l n="137a"><supplied reason="lost">τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,</supplied></l><l n="138">προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι </l><l n="139">ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι </l><l n="140">πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· </l><l n="141">καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα </l><l n="142">καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι </l><l n="143">καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων </l><l n="144">δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας. <!-- <milestone type="endquote"/>--></l><l n="145"><milestone unit="Para" ed="P"/>φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής, </l><l n="146">Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· <milestone unit="card" n="147" ed="P"/>
            </l><l n="147"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ </l><l n="148">τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι. </l><l n="149">ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω </l></div></body></text></TEI>