<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν, </l><l n="2">αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς </l><l n="3">ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, </l><l n="4"><milestone unit="Para" ed="P"/>νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, </l><l n="5"> παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις </l><l n="6">ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ </l><l n="7">λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον </l><l n="8">νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ </l><l n="9">Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, </l><l n="10"> θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι </l><l n="11">ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις· </l><l n="12">τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· </l><l n="13">κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν </l><l n="14">γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. </l><l n="15">ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω </l><l n="16">καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια </l><l n="17">Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων </l><l n="18">ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. </l><l n="19"><milestone unit="Para" ed="P"/>ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν </l><l n="20">ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, </l><l n="21">κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. </l><l n="22">οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων </l><l n="23">ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι† </l><l n="24">εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα </l><l n="25">ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, </l><l n="26">Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, </l><l n="27">κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν </l><l n="28">ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, </l><l n="29">δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. </l><l n="30">τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι </l></div></body></text></TEI>