Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν, αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις· τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι† εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι