<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg001.perseus-grc2"><l n="1"><gap reason="lost"/><milestone unit="Para" ed="P"/>οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ </l><l n="2">φάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, </l><l n="3">οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι </l><l n="4">κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ· </l><l n="5">ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, </l><l n="6">ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε </l><l n="7">πολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην. </l><l n="8">ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, </l><l n="9">τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων, </l><l n="10"><gap reason="lost"/><!--<milestone type="startquote"/>-->καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς. </l><l n="11">ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ </l><l n="12">ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.<!--<milestone type="endquote"/>--></l><l n="13"><milestone unit="Para" ed="P"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· </l><l n="14">ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος </l><l n="15">κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. </l><l n="16">ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.</l><l n="17"><milestone unit="Para" ed="P"/>ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶ </l><l n="18">ᾁδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστι </l><l n="19">σεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς. </l><l n="20">καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα, </l><l n="21">σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην. </l></div></body></text></TEI>