<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="533">οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,</l><l n="534">ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="535">νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.</l></q><milestone n="536" unit="card" ed="p"/><l n="536"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε
                     κυανοχαίτης.</l><l n="537">αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="538">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="539">κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο</l><l n="540">τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.</l><l n="541">ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·</l><l n="542">τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.</l><l n="543"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ
                     ἄλλαι</l><l n="544">νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι</l><l n="545">ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,</l><l n="546">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,</l><l n="547">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="548">μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες</l><l n="549">δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.</l><l n="550">ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι</l><l n="551">μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ</l><l n="552">Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,</l><l n="553">ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,</l><l n="554">ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι</l><l n="555">νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.</l><l n="556"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="557">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="558">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="559">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="560">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="561">δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="562">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·</l><l n="563">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="564">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="565"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="566">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l></q></div><div n="10" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν</l><l n="2">Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,</l><l n="3">πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος</l><l n="4">χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.</l><l n="5">τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,</l><l n="6">ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·</l><l n="7">ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.</l><l n="8">οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ</l><l n="9">δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,</l><l n="10">κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ</l><l n="11">ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν</l><l n="12">εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.</l><l n="13">καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.</l><l n="14">μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,</l><l n="15">Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·</l><l n="16">καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.</l><l n="17">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον</l><l n="18">πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.</l><l n="19">δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,</l><l n="20">ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·</l><l n="21">κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,</l><l n="22">ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.</l><l n="23">νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ</l><l n="24">ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·</l><l n="25">αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,</l><l n="26">ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="27">ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.</l><l n="28"><milestone unit="para" ed="P"/>ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,</l><l n="29">τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,</l><l n="30">καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·</l><l n="31">ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,</l><l n="32">αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ</l><l n="33">δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·</l><l n="34">οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="35">καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι</l><l n="36">δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.</l><l n="37">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="38"><milestone unit="para" ed="P"/>ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός
                        ἐστιν</l></q></q></div></div></body></text></TEI>