οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης. αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι. ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη. τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες· ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις. οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται, κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι. καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά. μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν· καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν. δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο, ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα· κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων, ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι. νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ· αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν. ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα, καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες· ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν· οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν