<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="461"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.</l><l n="462">ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς</l><l n="463">πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.</l><l n="464">καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,</l><l n="465">πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα</l><l n="466">ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,</l><l n="467">οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.</l><l n="468">ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,</l><l n="469">κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα</l><l n="470">πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.</l><l n="471">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="472">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="473">ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,</l><l n="474">καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς
                        ἑταίρους</l><l n="476">ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.</l><l n="477">καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,</l><l n="478">σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ</l><l n="479">ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.</l></q><l n="480"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι
                     μᾶλλον,</l><l n="481">ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,</l><l n="482">κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο</l><l n="483">τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,</l><l n="484">ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·</l><l n="485">τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,</l><l n="486">πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.</l><l n="487">αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν</l><l n="488">ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα</l><l n="489">ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,</l><l n="490">κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.</l><l n="491">ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,</l><l n="492">καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι</l><l n="493">μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·</l><q type="unspecified"><l n="494"><milestone unit="para" ed="P"/>σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον
                        ἄνδρα;</l><l n="495">ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα</l><l n="496">αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.</l><l n="497">εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,</l><l n="498">σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα</l><l n="499">μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.</l></q><milestone n="500" unit="card" ed="p"/><l n="500"><milestone unit="para" ed="P"/>ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα
                     θυμόν,</l><l n="501">ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·</l><q type="unspecified"><l n="502"><milestone unit="para" ed="P"/>Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων</l><l n="503">ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,</l><l n="504">φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,</l><l n="505">υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.</l></q><l n="506"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="507">ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.</l><l n="508">ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,</l><l n="509">Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο</l><l n="510">καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·</l><l n="511">ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,</l><l n="512">χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.</l><l n="513">ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην</l><l n="514">ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·</l><l n="515">νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς</l><l n="516">ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.</l><l n="517">ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω</l><l n="518">πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·</l><l n="519">τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.</l><l n="520">αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος</l><l n="521">οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.</l></q><l n="522"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="523">αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην</l><l n="524">εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,</l><l n="525">ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.</l></q><l n="526"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι</l><l n="527">εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·</l><q type="unspecified"><l n="528">κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,</l><l n="529">εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,</l><l n="530">δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι</l><l n="531">υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.</l><l n="532">ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l></q></q></div></div></body></text></TEI>