ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε. ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους. καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ, πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν, οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες. ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ, κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι· Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι. καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα, σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον, ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο, κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι, ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα, πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι. αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν, κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον. ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν, καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα; ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι. εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε, σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν. ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν, ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ· Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν, φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει. ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε, Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν· ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω, χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς. ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν· νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ. ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον· τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι. αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα, εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι, δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι