<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="389">πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ</l><l n="390">γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.</l><l n="391">ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον</l><l n="392">εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα</l><l n="393">φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν</l><l n="394">ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.</l><l n="395">σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,</l><l n="396">ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν</l><l n="397">ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.</l><l n="398">τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,</l><l n="399">αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς</l><l n="400">ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.</l><l n="401">οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,</l><l n="402">ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·</l><q type="unspecified"><l n="403"><milestone unit="para" ed="P"/>τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ
                        ἐβόησας</l><l n="404">νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;</l><l n="405">ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;</l><l n="406">ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;</l></q><l n="407"><milestone unit="para" ed="P"/>τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς
                     Πολύφημος·</l><q type="unspecified"><l n="408">ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.</l></q><milestone n="409" unit="card" ed="p"/><l n="409"><milestone unit="para" ed="P"/>οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·</l><q type="unspecified"><l n="410">εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,</l><l n="411">νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,</l><l n="412">ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.</l></q><l n="413"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον
                     κῆρ,</l><l n="414">ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.</l><l n="415">Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι</l><l n="416">χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,</l><l n="417">αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,</l><l n="418">εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·</l><l n="419">οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.</l><l n="420">αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,</l><l n="421">εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ</l><l n="422">εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον</l><l n="423">ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.</l><l n="424">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.</l><l n="425">ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,</l><l n="426">καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·</l><l n="427">τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,</l><l n="428">τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,</l><l n="429">σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,</l><l n="430">τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.</l><l n="431">τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—</l><l n="432">ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,</l><l n="433">τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς</l><l n="434">κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο</l><l n="435">νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.</l><l n="436">ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="437"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="438">καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,</l><l n="439">θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·</l><l n="440">οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι</l><l n="441">τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα</l><l n="442">ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,</l><l n="443">ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.</l><l n="444">ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε</l><l n="445">λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.</l><l n="446">τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·</l><q type="unspecified"><l n="447"><milestone unit="para" ed="P"/>κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο
                        μήλων</l><l n="448">ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,</l><l n="449">ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης</l><l n="450">μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,</l><l n="451">πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι</l><l n="452">ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος</l><l n="453">ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε</l><l n="454">σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,</l><l n="455">Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.</l><l n="456">εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο</l><l n="457">εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·</l><l n="458">τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ</l><l n="459">θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ</l><l n="460">λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.</l></q></q></div></div></body></text></TEI>