<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="173">αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν</l><l n="174">ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,</l><l n="175">ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="176">ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l></q><l n="177"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους</l><l n="178">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="179">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="180">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="181">ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,</l><l n="182">ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,</l><l n="183">ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ</l><l n="184">μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ</l><l n="185">ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι</l><l n="186">μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.</l><l n="187">ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα</l><l n="188">οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους</l><l n="189">πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.</l><l n="190">καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει</l><l n="191">ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι</l><l n="192">ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.</l><milestone n="193" unit="card" ed="p"/><l n="193"><milestone unit="para" ed="P"/>δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους</l><l n="194">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,</l><l n="195">αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους</l><l n="196">βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο</l><l n="197">ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,</l><l n="198">ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,</l><l n="199">οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ</l><l n="200">ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι</l><l n="201">Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·</l><l n="202">χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,</l><l n="203">δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα</l><l n="204">οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας</l><l n="205">ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν</l><l n="206">ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,</l><l n="207">ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.</l><l n="208">τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,</l><l n="209">ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα</l><l n="210">χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει</l><l n="211">θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.</l><l n="212">τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα</l><l n="213">κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ</l><l n="214">ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,</l><l n="215">ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.</l><l n="216"><milestone unit="para" ed="P"/>καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν
                     ἔνδον</l><l n="217">εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.</l><l n="218">ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.</l><l n="219">ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ</l><l n="220">ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται</l><l n="221">ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,</l><l n="222">χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,</l><l n="223">γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.</l><l n="224">ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν</l><l n="225">τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα</l><l n="226">καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας</l><l n="227">σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·</l><l n="228">ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,</l><l n="229">ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.</l><l n="230">οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.</l><milestone n="231" unit="card" ed="p"/><l n="231"><milestone unit="para" ed="P"/>ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ</l><l n="232">τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον</l><l n="233">ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος</l><l n="234">ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,</l><l n="235">ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·</l><l n="236">ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.</l><l n="237">αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα</l><l n="238">πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,</l><l n="239">ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.</l><l n="240">αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,</l><l n="241">ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι</l><l n="242">ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·</l><l n="243">τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.</l><l n="244">ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,</l></q></div></div></body></text></TEI>