<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="9" type="textpart" subtype="book"><q type="unspecified"><l n="101">σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,</l><l n="102">μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.</l><l n="103">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,</l><l n="104">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="105"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·</l><l n="106">Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων</l><l n="107">ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν</l><l n="108">οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,</l><l n="109">ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,</l><l n="110">πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν</l><l n="111">οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.</l><l n="112">τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,</l><l n="113">ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα</l><l n="114">ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος</l><l n="115">παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.</l><milestone n="116" unit="card" ed="p"/><l n="116"><milestone unit="para" ed="P"/>νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος
                     τετάνυσται,</l><l n="117">γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,</l><l n="118">ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν</l><l n="119">ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,</l><l n="120">οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην</l><l n="121">ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.</l><l n="122">οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,</l><l n="123">ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα</l><l n="124">ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.</l><l n="125">οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,</l><l n="126">οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν</l><l n="127">νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα</l><l n="128">ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ</l><l n="129">ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·</l><l n="130">οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.</l><l n="131">οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·</l><l n="132">ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας</l><l n="133">ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.</l><l n="134">ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ</l><l n="135">εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.</l><l n="136">ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,</l><l n="137">οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,</l><l n="138">ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων</l><l n="139">θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.</l><l n="140">αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,</l><l n="141">κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.</l><l n="142">ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν</l><l n="143">νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·</l><l n="144">ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη</l><l n="145">οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.</l><l n="146">ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,</l><l n="147">οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον</l><l n="148">εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.</l><l n="149">κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,</l><l n="150">ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·</l><l n="151">ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.</l><l n="152"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="153">νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.</l><l n="154">ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="155">αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.</l><l n="156">αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους</l><l n="157">εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες</l><l n="158">βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.</l><l n="159">νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην</l><l n="160">ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.</l><milestone n="161" unit="card" ed="p"/><l n="161"><milestone unit="para" ed="P"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="162">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="163">οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,</l><l n="164">ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι</l><l n="165">ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.</l><l n="166">Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,</l><l n="167">καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.</l><l n="168">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="169">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="170">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="171">καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες
                        ἑταῖροι·</l></q></q></div></div></body></text></TEI>