σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων, μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ· Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν, ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει. τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες, ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν. νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται, γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ, ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει, οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες. οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν, ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας. οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι, οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν· οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο. οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα· ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν. ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας. ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν, οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι, ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν. ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι· ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν. ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν, οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι. κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα, ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν. ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι. αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην. νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός, ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες. Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων, καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·