<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="543">ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·</l><l n="544">εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,</l><l n="545">πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.</l><l n="546">ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται</l><l n="547">ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.</l><l n="548">τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν</l><l n="549">ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.</l><milestone n="550" unit="card" ed="p"/><l n="550">εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε</l><l n="551">ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.</l><l n="552">οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,</l><l n="553">οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,</l><l n="554">ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.</l><l n="555">εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,</l><l n="556">ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·</l><l n="557">οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,</l><l n="558">οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·</l><l n="559">ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,</l><l n="560">καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς</l><l n="561">ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν</l><l n="562">ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν</l><l n="563">οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.</l><l n="564">ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα</l><l n="565">Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι</l><l n="566">ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.</l><l n="567">φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα</l><l n="568">ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ</l><l n="569">ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.</l><l n="570">ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν</l><l n="571">ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·</l><l n="572">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="573">ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας</l><l n="574">ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,</l><l n="575">ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="576">οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.</l><l n="577">εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ</l><l n="578">Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.</l><l n="579">τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον</l><l n="580">ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.</l><l n="581">ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ</l><l n="582">ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα</l><l n="583">κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;</l><l n="584">ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,</l><l n="585">ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων</l><l n="586">γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.</l></q></div><div n="9" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="2">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="3">ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="4">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="5">οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι</l><l n="6">ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,</l><l n="7">δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ</l><l n="8">ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι</l><l n="9">σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων</l><l n="10">οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·</l><l n="11">τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.</l><l n="12">σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα</l><l n="13">εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·</l><l n="14">τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;</l><l n="15">κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.</l><l n="16">νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς</l><l n="17">εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="18">ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.</l><l n="19">εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν</l><l n="20">ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.</l><l n="21">ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ</l><l n="22">Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι</l><l n="23">πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,</l><l n="24">Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.</l><l n="25">αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται</l><l n="26">πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="27">τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε</l><l n="28">ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.</l></q></div></div></body></text></TEI>