<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="471">κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,</l><l n="472">Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν</l><l n="473">μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.</l><l n="474">δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,</l><l n="475">νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,</l><l n="476">ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·</l><q type="unspecified"><l n="477"><milestone unit="para" ed="P"/>κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα
                     φάγῃσιν,</l><l n="478">Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·</l><l n="479">πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ</l><l n="480">τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας</l><l n="481">οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.</l></q><l n="482"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν</l><l n="483">ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.</l><l n="484">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="485">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="486">δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="487"><milestone unit="para" ed="P"/>Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ
                     ἁπάντων.</l><l n="488">ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·</l><l n="489">λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,</l><l n="490">ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,</l><l n="491">ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.</l><l n="492">ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον</l><l n="493">δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,</l><l n="494">ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς</l><l n="495">ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.</l><l n="496">αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,</l><l n="497">αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,</l><l n="498">ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.</l></q><l n="499"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ
                  ἀοιδήν,</l><l n="500">ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν</l><l n="501">βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,</l><l n="502">Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα</l><l n="503">ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·</l><l n="504">αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.</l><l n="505">ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον</l><l n="506">ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="507">ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,</l><l n="508">ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,</l><l n="509">ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,</l><l n="510">τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·</l><l n="511">αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ</l><l n="512">δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι</l><l n="513">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="514">ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν</l><l n="515">ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.</l><l n="516">ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,</l><l n="517">αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο</l><l n="518">βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.</l><l n="519">κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα</l><l n="520">νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.</l><milestone n="521" unit="card" ed="p"/><l n="521"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="522">τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.</l><l n="523">ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,</l><l n="524">ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,</l><l n="525">ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·</l><l n="526">ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα</l><l n="527">ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε</l><l n="528">κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους</l><l n="529">εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·</l><l n="530">τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·</l><l n="531">ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.</l><l n="532">ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,</l><l n="533">Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,</l><l n="534">ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.</l><l n="535">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="536"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,</l><l n="537">Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·</l><l n="538">οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.</l><l n="539">ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,</l><l n="540">ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο</l><l n="541">ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.</l><l n="542">ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,</l></q></div></div></body></text></TEI>