<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="399">δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.</l><l n="400">τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="401">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="402">τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.</l><l n="403">δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη</l><l n="404">ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος</l><l n="405">ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον</l><l n="407">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="408">χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται</l><l n="409">δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.</l><l n="410">σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι</l><l n="411">δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.</l></q><l n="412"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="413">καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.</l><l n="414">μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο</l><l n="415">τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.</l></q><l n="416"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.</l><l n="417">δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.</l><l n="418">καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·</l><l n="419">δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο</l><l n="420">μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.</l><l n="421">τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="422">ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.</l><l n="423">δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·</l><q type="unspecified"><l n="424"><milestone unit="para" ed="P"/>δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις
                     ἀρίστη·</l><l n="425">ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.</l><l n="426">ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,</l><l n="427">ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα</l><l n="428">δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,</l><l n="429">δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.</l><l n="430">καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,</l><l n="431">χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα</l><l n="432">σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.</l></q><milestone n="433" unit="card" ed="p"/><l n="433"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν</l><l n="434">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.</l><l n="435">αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="436">ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.</l><l n="437">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="438">τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν</l><l n="439">ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,</l><l n="440">ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·</l><l n="441">ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,</l><l n="442">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν
                     ἴηλον,</l><l n="444">μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε</l><l n="445">εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.</l></q><l n="446"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="447">αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν</l><l n="448">ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·</l><l n="449">αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει</l><l n="450">ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ</l><l n="451">θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,</l><l n="452">ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.</l><l n="453">τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.</l><l n="454"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="455">ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,</l><l n="456">ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας</l><l n="457">ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα</l><l n="458">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="459">θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,</l><l n="460">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="461"><milestone unit="para" ed="P"/>χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι
                     γαίῃ</l><l n="462">μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.</l></q><l n="463"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς.</l><q type="unspecified"><l n="464">Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,</l><l n="465">οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,</l><l n="466">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·</l><l n="467">τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην</l><l n="468">αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.</l></q><milestone n="469" unit="card" ed="p"/><l n="469"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·</l><l n="470">οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.</l></div></div></body></text></TEI>