<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><l n="327">τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.</l><l n="328">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="329"><milestone unit="para" ed="P"/>οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς
                     ὠκύν,</l><l n="330">ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα</l><l n="331">ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="332">χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.</l></q><l n="333"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="334">Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q type="unspecified"><l n="335"><milestone unit="para" ed="P"/>Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,</l><l n="336">ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς</l><l n="337">εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="339">αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·</l><l n="340">δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,</l><l n="341">ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="342">αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.</l></q><milestone n="343" unit="card" ed="p"/><l n="343"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="344">οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ</l><l n="345">Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.</l><l n="346">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="347"><milestone unit="para" ed="P"/>λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ
                     κελεύεις,</l><l n="348">τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·</l><q type="unspecified"><l n="350">μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·</l><l n="351">δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.</l><l n="352">πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="353">εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;</l></q><l n="354"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q type="unspecified"><l n="355">Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας</l><l n="356">οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.</l></q><l n="357"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q type="unspecified"><l n="358">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.</l></q><l n="359"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.</l><l n="360">τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,</l><l n="361">αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,</l><l n="362">ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,</l><l n="363">ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.</l><l n="364">ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ</l><l n="365">ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,</l><l n="366">ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.</l><l n="367"><milestone unit="para" ed="P"/>ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="368">τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι</l><l n="369">Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.</l><l n="370"><milestone unit="para" ed="P"/>Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν</l><l n="371">μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.</l><l n="372">οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,</l><l n="373">πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,</l><l n="374">τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα</l><l n="375">ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς</l><l n="376">ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.</l><l n="377">αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,</l><l n="378">ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ</l><l n="379">ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι</l><l n="380">ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.</l><l n="381"><milestone unit="para" ed="P"/>δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="382">Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,</l><l n="383">ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,</l><l n="384">ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.</l></q><milestone n="385" unit="card" ed="p"/><l n="385"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,</l><l n="386">αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·</l><q type="unspecified"><l n="387"><milestone unit="para" ed="P"/>κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.</l><l n="388">ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.</l><l n="389">ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.</l><l n="390">δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες</l><l n="391">ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·</l><l n="392">τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα</l><l n="393">καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.</l><l n="394">αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν</l><l n="395">ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.</l><l n="396">Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι</l><l n="397">καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.</l></q><l n="398"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ
                  ἐκέλευον,</l></div></div></body></text></TEI>