<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="8" type="textpart" subtype="book"><q type="unspecified"><l n="255">οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.</l></q><l n="256"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ</l><l n="257">οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.</l><l n="258">αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν</l><l n="259">δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,</l><l n="260">λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.</l><l n="261">κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν</l><l n="262">Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι</l><l n="263">πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,</l><l n="264">πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="265">μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.</l><l n="266"><milestone unit="para" ed="P"/>αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν</l><l n="267">ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,</l><l n="268">ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι</l><l n="269">λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν</l><l n="270">Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν</l><l n="271">Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.</l><l n="272">Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,</l><l n="273">βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,</l><l n="274">ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς</l><l n="275">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.</l><l n="276">αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,</l><l n="277">βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,</l><l n="278">ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·</l><l n="279">πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,</l><l n="280">ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,</l><l n="281">οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.</l><l n="282">αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,</l><l n="283">εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,</l><l n="284">ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.</l><l n="285">οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,</l><l n="286">ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·</l><l n="287">βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο</l><l n="288">ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.</l><l n="289">ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος</l><l n="290">ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,</l><l n="291">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>δεῦρο, φίλη, λέκτρονδε τραπείομεν
                     εὐνηθέντες·</l><l n="293">οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη</l><l n="294">οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.</l></q><milestone n="295" unit="card" ed="p"/><l n="295"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.</l><l n="296">τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ</l><l n="297">τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,</l><l n="298">οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.</l><l n="299">καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.</l><l n="300">ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,</l><l n="301">αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·</l><l n="302">Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.</l><l n="303">βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·</l><l n="304">ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·</l><l n="305">σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="307">δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,</l><l n="308">ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="309">αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,</l><l n="310">οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε</l><l n="311">ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,</l><l n="312">ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.</l><l n="313">ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι</l><l n="314">εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.</l><l n="315">οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως</l><l n="316">καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω</l><l n="317">εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,</l><l n="318">εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,</l><l n="319">ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,</l><l n="320">οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς
                  δῶ·</l><l n="322">ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης</l><l n="323">Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.</l><l n="324">θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.</l><l n="325">ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·</l><l n="326">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι</l></div></div></body></text></TEI>