ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν, ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι· ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ, ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα. ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες· θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν· αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε, ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν, οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ· δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,