αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην, εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο. πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς, αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης, τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι· αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν· ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ· Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο, πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο, νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα, καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον· δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε, ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι, ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ, ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων· πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται, ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι. δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα