<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="26">ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.</l></q><l n="27"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="28">τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,</l><l n="29">δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.</l><l n="30">ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,</l><l n="31">μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.</l><l n="32">οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,</l><l n="33">οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.</l><l n="34">νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι</l><l n="35">λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·</l><l n="36">τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.</l></q><milestone n="37" unit="card" ed="p"/><l n="37"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="38">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="39">τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν</l><l n="40">ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη</l><l n="41">εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν</l><l n="42">θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="43">θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας</l><l n="44">αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ</l><l n="45">ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.</l><l n="46">ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,</l><l n="47">τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="48"><milestone unit="para" ed="P"/>οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με
                     κελεύεις</l><l n="49">πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας</l><l n="50">δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ</l><l n="51">τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων</l><l n="52">ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.</l><l n="53">δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·</l><l n="54">Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων</l><l n="55">τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.</l><l n="56">Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων</l><l n="57">γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,</l><l n="58">ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,</l><l n="59">ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.</l><l n="60">ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·</l><l n="61">τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα</l><l n="62">Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·</l><l n="63">Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.</l><l n="64">τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="65">νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα</l><l n="66">Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,</l><l n="67">καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,</l><l n="68">ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.</l><l n="69">ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν</l><l n="70">ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο</l><l n="71">καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες</l><l n="72">δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.</l><l n="73">οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·</l><l n="74">ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.</l><l n="75">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="76">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="77">οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="77" unit="card" ed="p"/><l n="78"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη</l><l n="79">πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,</l><l n="80">ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,</l><l n="81">δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="82">Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ</l><l n="83">ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.</l><l n="84">ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης</l><l n="85">δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.</l><l n="86">χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="87">ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·</l><l n="88">χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·</l><l n="89">σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,</l><l n="90">ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.</l><l n="91">χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,</l><l n="92">οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι</l><l n="93">δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,</l><l n="94">ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.</l><l n="95">ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,</l><l n="96">ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι</l><l n="97">λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.</l></div></div></body></text></TEI>