<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="7" type="textpart" subtype="book"><q type="unspecified"><l n="242">κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·</l><l n="243">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="244">Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·</l><l n="245">ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ</l><l n="246">ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ</l><l n="247">μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.</l><l n="248">ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων</l><l n="249">οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="250">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="251">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="252">αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης</l><l n="253">ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="254">νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ</l><l n="255">ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα</l><l n="256">ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε</l><l n="257">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·</l><l n="258">ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.</l><l n="259">ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ</l><l n="260">δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·</l><l n="261">ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="262">καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι</l><l n="263">Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.</l><l n="264">πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,</l><l n="265">σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,</l><l n="266">οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.</l><l n="267">ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,</l><l n="268">ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα</l><l n="269">γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ</l><l n="270">δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ</l><l n="271">πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,</l><l n="272">ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,</l><l n="273">ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα</l><l n="274">εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.</l><l n="275">τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε</l><l n="276">νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ</l><l n="277">ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="278">ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·</l><l n="280">ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον</l><l n="281">ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,</l><l n="282">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.</l><l n="283">ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ</l><l n="284">ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο</l><l n="285">ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα</l><l n="286">ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.</l><milestone n="287" unit="card" ed="p"/><l n="287">ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ</l><l n="288">εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.</l><l n="289">δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="290">ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς</l><l n="291">παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·</l><l n="292">τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,</l><l n="293">ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα</l><l n="294">ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.</l><l n="295">ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον</l><l n="296">καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.</l><l n="297">ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.</l></q><l n="298"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="299">ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε</l><l n="300">παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν</l><l n="301">ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.</l></q><l n="302"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="303">ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·</l><l n="304">ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,</l><l n="305">ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,</l><l n="306">μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·</l><l n="307">δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="309">ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="310">μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="311">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="312">τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,</l><l n="313">παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι</l></q></div></div></body></text></TEI>