<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="69">ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην</l><l n="70">ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.</l></q><l n="71"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.</l><l n="72">οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην</l><l n="73">ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·</l><l n="74">κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.</l><l n="75">καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,</l><l n="76">μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν</l><l n="77">παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν</l><l n="78">ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.</l><l n="79">δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,</l><l n="80">ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="81">ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,</l><l n="82">μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.</l><l n="83">αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,</l><l n="84">οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><milestone n="85" unit="card" ed="p"/><l n="85"><milestone unit="para" ed="P"/>αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,</l><l n="86">ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ</l><l n="87">καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,</l><l n="88">ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.</l><l n="89">καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα</l><l n="90">τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης</l><l n="91">εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,</l><l n="92">στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.</l><l n="93">αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,</l><l n="94">ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα</l><l n="95">λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.</l><l n="96">αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ</l><l n="97">δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,</l><l n="98">εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.</l><l n="99">αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,</l><l n="100">σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·</l><l n="101">τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.</l><l n="102">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,</l><l n="103">ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,</l><l n="104">τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·</l><l n="105">τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="106">ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·</l><l n="107">πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,</l><l n="108">ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·</l><l n="109">ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.</l><l n="110"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι</l><l n="111">ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,</l><l n="112">ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="113">ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,</l><l n="114">ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.</l><l n="115">σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·</l><l n="116">ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·</l><l n="117">αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,</l><l n="118">ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·</l><q type="unspecified"><l n="119"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;</l><l n="120">ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,</l><l n="121">ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;</l><l n="122">ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·</l><l n="123">νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα</l><l n="124">καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.</l><l n="125">ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;</l><l n="126">ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.</l></q><milestone n="127" unit="card" ed="p"/><l n="127"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,</l><l n="128">ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ</l><l n="129">φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.</l><l n="130">βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,</l><l n="131">ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε</l><l n="132">δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν</l><l n="133">ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ</l><l n="134">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="135">ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε</l><l n="136">μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.</l><l n="137">σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,</l><l n="138">τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·</l><l n="139">οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη</l><l n="140">θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.</l></div></div></body></text></TEI>