ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο. οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ· κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν. καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ, μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης. δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν. αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν, οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο, ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης. καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο, εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι· τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα, ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι· τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ· πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι· ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά, ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη, ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην, ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ· αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς, ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν· ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής; ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή· νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων; ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς, ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε. σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας· οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.