<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="6" type="textpart" subtype="book"><q type="unspecified"><l n="285">ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.</l><l n="286">καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,</l><l n="287">ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,</l><l n="288">ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.</l><milestone n="288" unit="card" ed="p"/><l n="289">ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα</l><l n="290">πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.</l><l n="291">δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου</l><l n="292">αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·</l><l n="293">ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,</l><l n="294">τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.</l><l n="295">ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς</l><l n="296">ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.</l><l n="297">αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,</l><l n="298">καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι</l><l n="299">δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.</l><l n="300">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο</l><l n="301">νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται</l><l n="302">δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο</l><l n="303">ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,</l><l n="304">ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι</l><l n="305">μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,</l><l n="306">ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,</l><l n="307">κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.</l><l n="308">ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,</l><l n="309">τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.</l><l n="310">τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας</l><l n="311">βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι</l><l n="312">χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.</l><l n="313">εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,</l><l n="314">ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="315">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="316"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ</l><l n="317">ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.</l><l n="318">αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·</l><l n="319">ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ</l><l n="320">ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.</l><l n="321">δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο</l><l n="322">ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.</l><l n="323">αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q type="unspecified"><l n="324">κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·</l><l n="325">νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας</l><l n="326">ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.</l><l n="327">δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.</l></q><l n="328"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="329">αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα</l><l n="330">πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν</l><l n="331">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l></div><div n="7" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="2">κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.</l><l n="3">ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,</l><l n="4">στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς</l><l n="5">ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης</l><l n="6">ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.</l><l n="7">αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ</l><l n="8">γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,</l><l n="9">τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·</l><l n="10">Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν</l><l n="11">Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·</l><l n="12">ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.</l><l n="13">ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.</l><l n="14"><milestone unit="para" ed="P"/>καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ
                  Ἀθήνη</l><l n="15">πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,</l><l n="16">μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας</l><l n="17">κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.</l><l n="18">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,</l><l n="19">ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,</l><l n="20">παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.</l><l n="21">στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="22"><milestone unit="para" ed="P"/>ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο</l><l n="23">Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;</l><l n="24">καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω</l><l n="25">τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα</l></q></div></div></body></text></TEI>