<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><l n="58">ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.</l><l n="59">πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ</l><l n="60">κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει</l><l n="61">δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ</l><l n="62">ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.</l><l n="63">ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,</l><l n="64">κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.</l><l n="65">ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,</l><l n="66">σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι</l><l n="67">εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.</l><l n="68">ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο</l><l n="69">ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.</l><l n="70">κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,</l><l n="71">πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.</l><l n="72">ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου</l><l n="73">θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν</l><l n="74">θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.</l><l n="75">ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.</l><l n="76">αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,</l><l n="77">αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην</l><l n="78">ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·</l><l n="79">οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται</l><l n="80">ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.</l><l n="81">οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,</l><l n="82">ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,</l><l n="83">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.</l><l n="84">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="85">Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,</l><l n="86">ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·</l><q type="unspecified"><l n="87"><milestone unit="para" ed="P"/>τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας</l><l n="88">αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="89">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="90">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><l n="91">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν</l><l n="93">ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.</l><l n="94">αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.</l><l n="95">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="96">καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="97"><milestone unit="para" ed="P"/>εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι</l><l n="98">νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.</l><l n="99">Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·</l><l n="100">τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ</l><l n="101">ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν</l><l n="102">ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.</l><l n="103">ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="104">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.</l><l n="105">φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,</l><l n="106">τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο</l><l n="107">εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν</l><l n="108">οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,</l><l n="109">ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.</l><l n="110">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="111">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="112">τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·</l><l n="113">οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,</l><l n="114">ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="115">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="116"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,</l><l n="117">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="118">σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,</l><l n="119">οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι</l><l n="120">ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.</l><l n="121">ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,</l><l n="122">τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,</l><l n="123">ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ</l><l n="124">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.</l><l n="125">ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,</l><l n="126">ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ</l><l n="127">νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος</l><l n="128">Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.</l><l n="129">ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.</l></q></div></div></body></text></TEI>