ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα, κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο, σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ, πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων· οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν, ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ, δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων, ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι· τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ. Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας. ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων, τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο, ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα· οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι, ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων, οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην. ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς, τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες, ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ, ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.