<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="418">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,</l><l n="419">δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα</l><l n="420">πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,</l><l n="421">ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων</l><l n="422">ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·</l><l n="423">οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.</l></q><l n="424"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="425">τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.</l><l n="426">ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,</l><l n="427">εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="428">ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,</l><l n="429">τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.</l><l n="430">καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις</l><l n="431">πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.</l><l n="432">ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο</l><l n="433">πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,</l><l n="434">ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν</l><l n="435">ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.</l><l n="436">ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,</l><l n="437">εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.</l><l n="438">κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,</l><l n="439">νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι</l><l n="440">ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.</l><l n="441">ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο</l><l n="442">ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,</l><l n="443">λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,</l><l n="444">ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·</l><q type="unspecified"><l n="445"><milestone unit="para" ed="P"/>κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ
                     ἱκάνω,</l><l n="446">φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.</l><l n="447">αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν</l><l n="448">ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν</l><l n="449">σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.</l><l n="450">ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.</l></q><milestone n="451" unit="card" ed="p"/><l n="451"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ
                  κῦμα,</l><l n="452">πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν</l><l n="453">ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε</l><l n="454">χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.</l><l n="455">ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ</l><l n="456">ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος</l><l n="457">κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.</l><l n="458">ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,</l><l n="459">καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.</l><l n="460">καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,</l><l n="461">ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ</l><l n="462">δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς</l><l n="463">σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.</l><l n="464">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q type="unspecified"><l n="465"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα
                     γένηται;</l><l n="466">εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,</l><l n="467">μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση</l><l n="468">ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·</l><l n="469">αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.</l><l n="470">εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην</l><l n="471">θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη</l><l n="472">ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,</l><l n="473">δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.</l></q><l n="474"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="475">βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν</l><l n="476">ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,</l><l n="477">ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.</l><l n="478">τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,</l><l n="479">οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="480">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ</l><l n="481">ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς</l><l n="482">δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν</l><l n="483">εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,</l><l n="484">ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι</l><l n="485">ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.</l><l n="486">τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="487">ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.</l><l n="488">ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ</l><l n="489">ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,</l></div></div></body></text></TEI>