ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα, ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη· οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη, εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη· ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται, ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς, εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος, λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν· κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω, φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας. ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα, πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν. ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο. καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται; εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω, μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν· αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους, ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,