τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης. εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα. οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι, οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι· ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ, τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν· ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν· ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς, αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην. καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν· δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι, χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός· δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης, αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς. αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει, ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων, αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον. εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ, ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων· τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν, γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα. ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ· πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων, ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ, μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα· τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά· οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,