<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><q type="unspecified"><l n="130">τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα</l><l n="131">οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ</l><l n="132">Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.</l><l n="133">ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,</l><l n="134">τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.</l><l n="135">τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον</l><l n="136">θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.</l><l n="137">ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο</l><l n="138">οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,</l><l n="139">ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,</l><l n="140">πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·</l><l n="141">οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="142">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="143">αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,</l><l n="144">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.</l></q><milestone n="145" unit="card" ed="p"/><l n="145"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q type="unspecified"><l n="146">οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,</l><l n="147">μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.</l></q><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·</l><l n="149">ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη</l><l n="150">ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.</l><l n="151">τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε</l><l n="152">δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν</l><l n="153">νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.</l><l n="154">ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ</l><l n="155">ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·</l><l n="156">ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων</l><l n="157">δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων</l><l n="158">πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.</l><l n="159">ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·</l><q type="unspecified"><l n="160"><milestone unit="para" ed="P"/>κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι
                     αἰὼν</l><l n="161">φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.</l><l n="162">ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ</l><l n="163">εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς</l><l n="164">ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.</l><l n="165">αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν</l><l n="166">ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,</l><l n="167">εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,</l><l n="168">ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,</l><l n="169">αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="170">οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.</l></q><l n="171"><milestone unit="para" ed="P"/>ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="172">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="173">ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,</l><l n="174">ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,</l><l n="175">δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι</l><l n="176">ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.</l><l n="177">οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,</l><l n="178">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="179">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><l n="180"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,</l><l n="181">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="182">ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,</l><l n="183">οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.</l><l n="184">ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="185">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="186">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="187">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l><l n="188">ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ</l><l n="189">αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·</l><l n="190">καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ</l><l n="191">θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.</l></q><milestone n="192" unit="card" ed="p"/><l n="192"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων</l><l n="193">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="194">ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,</l><l n="195">καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη</l><l n="196">Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,</l><l n="197">ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·</l><l n="198">αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,</l><l n="199">τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.</l><l n="200">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="201">αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,</l></div></div></body></text></TEI>