τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι, ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει, πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε· οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω, ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται. τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν, μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ. ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης· ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων. τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη. ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ· ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων· κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω. ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον. αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι, εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν, ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι, αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε. ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν, ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ. οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην, εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς, οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι· καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων. ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ, καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν, ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν· αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,