<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="833">ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,</l><l n="834">ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.</l></q><l n="835"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="836">οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,</l><l n="837">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.</l></q><l n="838"><milestone unit="para" ed="P"/>ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη</l><l n="839">ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε</l><l n="840">κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,</l><l n="841">ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.</l><l n="842"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα</l><l n="843">Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.</l><l n="844">ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,</l><l n="845">μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,</l><l n="846">Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ</l><l n="847">ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.</l></div><div n="5" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι</l><l n="4">Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.</l><l n="5">τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος</l><l n="6">μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·</l><q type="unspecified"><l n="7"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν
                     ἐόντες,</l><l n="8">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="9">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="10">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="11">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="12">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="13">ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων</l><l n="14">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="15">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="16">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="17">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="18">νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν</l><l n="19">οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="20">ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="22">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="23">οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,</l><l n="24">ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;</l><l n="25">Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,</l><l n="26">ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,</l><l n="27">μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.</l></q><l n="28"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="29">Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,</l><l n="30">νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,</l><l n="31">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται</l><l n="32">οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·</l><l n="33">ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων</l><l n="34">ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,</l><l n="35">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="36">οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,</l><l n="37">πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,</l><l n="38">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,</l><l n="39">πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,</l><l n="40">εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.</l><l n="41">ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="42">οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.</l><l n="44">αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν</l><l n="46">ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.</l><l n="47">εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,</l><l n="48">ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.</l><l n="49">τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.</l><milestone n="50" unit="card" ed="p"/><l n="50">Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·</l><l n="51">σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,</l><l n="52">ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο</l><l n="53">ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·</l><l n="54">τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.</l><l n="55">ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,</l><l n="56">ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε</l><l n="57">ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη</l></div></div></body></text></TEI>