<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="761">ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="762"><milestone unit="para" ed="P"/>κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,</l><l n="763">εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς</l><l n="764">ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,</l><l n="765">τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,</l><l n="766">μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.</l></q><l n="767"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.</l><l n="768">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·</l><l n="769">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="770"><milestone unit="para" ed="P"/>ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια</l><l n="771">ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.</l></q><l n="772"><milestone unit="para" ed="P"/>ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.</l><l n="773">τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="774"><milestone unit="para" ed="P"/>δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε</l><l n="775">πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.</l><l n="776">ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν</l><l n="777">μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.</l></q><l n="778"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,</l><l n="779">βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="780">νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,</l><l n="781">ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="782">ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,</l><l n="783">πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·</l><l n="784">τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="785">ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="786">ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="787"><milestone unit="para" ed="P"/>ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια</l><l n="788">κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="789">ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,</l><l n="790">ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.</l><l n="791">ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ</l><l n="792">δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,</l><l n="793">τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·</l><l n="794">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.</l><milestone n="795" unit="card" ed="p"/><l n="795"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·</l><l n="796">εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,</l><l n="797">Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,</l><l n="798">τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.</l><l n="799">πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="800">ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν</l><l n="801">παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.</l><l n="802">ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,</l><l n="803">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="804"><milestone unit="para" ed="P"/>εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;</l><l n="805">οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες</l><l n="806">κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι</l><l n="807">σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.</l></q><l n="808"><milestone unit="para" ed="P"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,</l><l n="809">ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·</l><q type="unspecified"><l n="810"><milestone unit="para" ed="P"/>τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος
                     γε</l><l n="811">πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·</l><l n="812">καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων</l><l n="813">πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="814">ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,</l><l n="815">παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,</l><l n="816">ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·</l><l n="817">νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,</l><l n="818">νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.</l><l n="819">τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·</l><l n="820">τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,</l><l n="821">ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·</l><l n="822">δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,</l><l n="823">ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l></q><l n="824"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·</l><q type="unspecified"><l n="825">θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·</l><l n="826">τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι</l><l n="827">ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,</l><l n="828">Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·</l><l n="829">ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.</l></q><l n="830"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="831">εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,</l><l n="832">εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,</l></q></div></div></body></text></TEI>