οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν, οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων· ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη. κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς· αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων· Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν. ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται; τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς· οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν. ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος. τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων, ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί. τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια· κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο· ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ, εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε, σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο· ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,