<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="545">πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.</l><l n="546">ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης</l><l n="547">κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.</l></q><l n="548"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="549">αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,</l><l n="550">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="551"><milestone unit="para" ed="P"/>τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ
                     ὀνόμαζε,</l><l n="552">ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ</l><l n="553">ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.</l></q><milestone n="554" unit="card" ed="p"/><l n="554"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                  προσέειπεν·</l><q type="unspecified"><q type="unspecified"><l n="555">υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·</l><l n="556">τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,</l><l n="557">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="558">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·</l><l n="559">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="560">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="561">σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="562">Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,</l><l n="563">ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης</l><l n="564">ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,</l><l n="565">τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·</l><l n="566">οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,</l><l n="567">ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας</l><l n="568">Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·</l><l n="569">οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.</l></q><l n="570">ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="571">αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν</l><l n="572">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="573">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,</l><l n="574">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,</l><l n="575">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="576">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="577">νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="578">ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,</l><l n="579">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·</l><l n="580">ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.</l><l n="581">ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο</l><l n="582">στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.</l><l n="583">αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,</l><l n="584">χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.</l><l n="585">ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον</l><l n="586">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l><l n="587">ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,</l><l n="588">ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·</l><l n="589">καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,</l><l n="590">τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα</l><l n="591">δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν</l><l n="592">ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.</l></q><milestone n="593" unit="card" ed="p"/><l n="593"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="594">Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.</l><l n="595">καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην</l><l n="596">ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·</l><l n="597">αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων</l><l n="598">τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι</l><l n="599">ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.</l><l n="600">δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·</l><l n="601">ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ</l><l n="602">ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις</l><l n="603">εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον</l><l n="604">πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.</l><l n="605">ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·</l><l n="606">αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.</l><l n="607">οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,</l><l n="608">αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.</l></q><l n="609"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="610">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="611"><milestone unit="para" ed="P"/>αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ
                     ἀγορεύεις·</l><l n="612">τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.</l><l n="613">δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="614">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·</l><l n="615">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="616">ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l></q></div></div></body></text></TEI>