πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι. ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις. ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε, ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων· τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν, ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν· οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος, ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους· οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων, χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν, ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται· καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων· αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω· ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν. ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών· αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων, αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων. ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις· τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ. δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν· δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,