<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="473">ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα</l><l n="474">σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.</l><l n="475">οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι</l><l n="476">οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,</l><l n="477">πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,</l><l n="478">αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας</l><l n="479">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·</l><l n="480">καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.</l></q><milestone n="481" unit="card" ed="p"/><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον
                     ἦτορ,</l><l n="482">οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον</l><l n="483">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.</l><l n="484">ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·</l><q type="unspecified"><l n="485"><milestone unit="para" ed="P"/>ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ
                        κελεύεις.</l><l n="486">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="487">ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,</l><l n="488">οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,</l><l n="489">ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς</l><l n="490">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l></q><l n="491"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><l n="492">Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ</l><l n="493">ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι</l><l n="494">δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.</l><l n="495">πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·</l><l n="496">ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων</l><l n="497">ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.</l><l n="498">εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.</l><l n="499"><milestone unit="para" ed="P"/>Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.</l><l n="500">Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν</l><l n="501">πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·</l><l n="502">καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,</l><l n="503">εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·</l><l n="504">φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.</l><l n="505">τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·</l><l n="506">αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="507">ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·</l><l n="508">καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,</l><l n="509">τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·</l><l n="510">τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.</l><l n="511">ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.</l><milestone n="512" unit="card" ed="p"/><l n="512"><milestone unit="para" ed="P"/>σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ
                     ὑπάλυξεν</l><l n="513">ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.</l><l n="514">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ</l><l n="515">ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα</l><l n="516">πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,</l><l n="517">ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης</l><l n="518">τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.</l><l n="519">ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,</l><l n="520">ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,</l><l n="521">ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης</l><l n="522">καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ</l><l n="523">δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.</l><l n="524">τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν</l><l n="525">Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν</l><l n="526">χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,</l><l n="527">μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.</l><l n="528">βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.</l><l n="529">αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·</l><l n="530">κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους</l><l n="531">εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.</l><l n="532">αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν</l><l n="533">ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.</l><l n="534">τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν</l><l n="535">δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.</l><l n="536">οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,</l><l n="537">οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.</l></q><l n="538"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,</l><l n="539">κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ</l><l n="540">ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.</l><l n="541">αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,</l><l n="542">δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·</l><q type="unspecified"><l n="543"><milestone unit="para" ed="P"/>μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς
                     οὕτω</l><l n="544">κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα</l></q></div></div></body></text></TEI>