ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον. οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν, πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι· καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε. ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον· ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί, οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες, ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι. πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο· ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ. Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι. Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης· καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ, εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη· φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος· αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν· καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ, τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη· τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο, ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν. τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν, μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο, οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής· μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα