<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="401">τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς</l><l n="402">πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,</l><l n="403">ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·</l><l n="404">ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης</l><l n="405">ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,</l><l n="406">πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.</l><l n="407">ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="408">εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους</l><l n="409">τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.</l><l n="410">πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.</l><l n="411">φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·</l><l n="412">αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,</l><l n="413">λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.</l><l n="414">τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,</l><l n="415">καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,</l><l n="416">αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.</l><l n="417">πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν</l><l n="418">ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·</l><l n="419">ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.</l><l n="420">ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,</l><l n="421">τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,</l><l n="422">καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,</l><l n="423">ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,</l><l n="424">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.</l></q><l n="425">ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="426">αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,</l><l n="427">ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="428">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="429">δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·</l><l n="430">δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.</l><l n="431">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="432">καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο</l><l n="433">ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους</l><l n="434">τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.</l><milestone n="435" unit="card" ed="p"/><l n="435"><milestone unit="para" ed="P"/>τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα
                     κόλπον</l><l n="436">τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·</l><l n="437">πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.</l><l n="438">εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν</l><l n="439">ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·</l><l n="440">ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.</l><l n="441">ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς</l><l n="442">φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·</l><l n="443">τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;</l><l n="444">ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·</l><l n="445">ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα</l><l n="446">ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.</l><l n="447">πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·</l><l n="448">φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα</l><l n="449">ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·</l><l n="450">ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας</l><l n="451">ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·</l><l n="452">ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ</l><l n="453">ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.</l><l n="454">ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας</l><l n="455">βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,</l><l n="456">ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,</l><l n="457">αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·</l><l n="458">γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·</l><l n="459">ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.</l><l n="460">ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,</l><l n="461">καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο
                        βουλάς,</l><l n="463">ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;</l></q><l n="464"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="465">οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;</l><l n="466">ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ</l><l n="467">εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.</l><l n="468">ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,</l><l n="469">ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,</l><l n="470">νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.</l></q><l n="471"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="472">ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι</l></q></q></div></div></body></text></TEI>