τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν· ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος. φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν· αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται, λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων. τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε, αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ· ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι, τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε, καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα, ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει, νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν, ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ· δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν. τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε· πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί. εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς· ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ. ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή· τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ· ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν. πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ· φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης· ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν· ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός. ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης, ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον· ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς, καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε· τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς, ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή; ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις; ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι