ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος· ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω, ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας. οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων. νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι, τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν· ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ. ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης. καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν, εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε, Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος, Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα. ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων· αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός. ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε· νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων, ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων; ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων, ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι. τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα, ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται· ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,