<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><q type="unspecified"><l n="257">πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ</l><l n="258">ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.</l><l n="259">ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ</l><l n="260">χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι</l><l n="261">ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη</l><l n="262">δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,</l><l n="263">παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε</l><l n="264">οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="266">ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.</l><l n="267">ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε</l><l n="268">ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·</l><l n="269">ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,</l><l n="270">οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.</l><l n="271">οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ</l><l n="272">ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι</l><l n="273">Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.</l><l n="274">ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε</l><l n="275">δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·</l><l n="276">καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.</l><l n="277">τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,</l><l n="278">ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,</l><l n="279">πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.</l><l n="280">αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς</l><l n="281">ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.</l><l n="282">νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε</l><l n="283">ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·</l><l n="284">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.</l><l n="285">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,</l><l n="286">Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν</l><l n="287">ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν</l><l n="288">νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·</l><l n="289">τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.</l></q><l n="290"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="291">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="292">ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="293">οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.</l><l n="294">ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη</l><l n="295">ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν</l><l n="297">δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ</l><l n="298">πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,</l><l n="299">χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.</l><l n="300">αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,</l><l n="301">δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.</l><l n="302">οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,</l><l n="303">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·</l><l n="304">Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="305">πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.</l><l n="306"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="307">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος</l><l n="308">εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,</l><l n="309">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="310">βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,</l><l n="311">Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="312"><milestone unit="para" ed="P"/>τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ
                     ἥρως,</l><l n="313">ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;</l><l n="314">δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="315" unit="card" ed="p"/><l n="315"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="316">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="317">ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.</l><l n="318">ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,</l><l n="319">δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ</l><l n="320">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,</l><l n="321">μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.</l><l n="322">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="323">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="324">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="325">πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="326">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="327">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="328">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς</l></q></div></div></body></text></TEI>