<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><l n="113"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε
                  γόοιο.</l><l n="114">δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,</l><l n="115">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν</l><l n="116">ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,</l><l n="117">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="118">ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι</l><l n="119">ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.</l><l n="120"><milestone unit="para" ed="P"/>ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="121">ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο</l><l n="122">ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.</l><l n="123">τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,</l><l n="124">Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,</l><l n="125">Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν</l><l n="126">Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς</l><l n="127">Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·</l><l n="128">ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,</l><l n="129">δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.</l><l n="130">χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·</l><l n="131">χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν</l><l n="132">ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.</l><l n="133">τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα</l><l n="134">νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ</l><l n="135">ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.</l><l n="136">ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.</l><l n="137">αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·</l><q type="unspecified"><l n="138"><milestone unit="para" ed="P"/>ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε</l><l n="139">ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;</l><l n="140">ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="141">οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="142">οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,</l><l n="143">ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,</l><l n="144">Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ</l><l n="145">κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ</l><l n="146">ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l></q><milestone n="147" unit="card" ed="p"/><l n="147"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="148">οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·</l><l n="149">κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες</l><l n="150">ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.</l><l n="151">καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι</l><l n="152">μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν</l><l n="153">ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,</l><l n="154">χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.</l></q><l n="155"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="156">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="157">κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·</l><l n="158">ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ</l><l n="159">ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν</l><l n="160">ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.</l><l n="161">αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ</l><l n="162">τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,</l><l n="163">ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.</l><l n="164">πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο</l><l n="165">ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,</l><l n="166">ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι</l><l n="167">εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="169">ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ</l><l n="170">ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·</l><l n="171">καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων</l><l n="172">Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε</l><l n="173">νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.</l><l n="174">καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,</l><l n="175">ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ</l><l n="176">καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,</l><l n="177">αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.</l><l n="178">καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας</l><l n="179">ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,</l><l n="180">πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.</l><l n="181">ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,</l><l n="182">ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.</l><l n="184">κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,</l></div></div></body></text></TEI>