ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος, μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν, ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν, ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε, Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις· κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε, χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις· ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι, ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους· καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα, ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας, αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός, ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,