<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="466">αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="467">ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,</l><l n="468">ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·</l><l n="469">πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.</l><l n="470"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="471">δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο</l><l n="472">οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.</l><l n="473">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="474">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="475"><milestone unit="para" ed="P"/>παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους</l><l n="476">ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.</l></q><l n="477"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="478">καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.</l><l n="479">ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν</l><l n="480">ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.</l><l n="481">ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·</l><l n="482">πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,</l><l n="483">ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,</l><l n="484">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="485">ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.</l><l n="486">οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.</l><l n="487"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="488">ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,</l><l n="489">υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.</l><l n="490">ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.</l><l n="491"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="492">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·</l><l n="493">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="494">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.</l><l n="495">ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα</l><l n="496">ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.</l><l n="497">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l></div><div n="4" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,</l><l n="2">πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.</l><l n="3">τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν</l><l n="4">υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.</l><l n="5">τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·</l><l n="6">ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε</l><l n="7">δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.</l><l n="8">τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι</l><l n="9">Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.</l><l n="10">υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,</l><l n="11">ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης</l><l n="12">ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,</l><l n="13">ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,</l><l n="14">Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.</l><l n="15">ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα</l><l n="16">γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,</l><l n="17">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="18">φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,</l><l n="19">μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.</l><l n="20"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ
                  ἵππω,</l><l n="21">Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,</l><l n="22">στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,</l><l n="23">ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,</l><l n="24">βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,</l><l n="25">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="26"><milestone unit="para" ed="P"/>ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,</l><l n="27">ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.</l><l n="28">ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,</l><l n="29">ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.</l></q><l n="30"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="31">οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,</l><l n="32">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.</l><l n="33">ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε</l><l n="34">ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="35">ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους</l><l n="36">ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.</l></q><l n="37"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ
                  ἄλλους</l><l n="38">ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.</l><l n="39">οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,</l><l n="40">καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,</l></div></div></body></text></TEI>