<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><l n="394">εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.</l><l n="395"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε
                  θυμός,</l><l n="396">οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,</l><l n="397">τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="398">Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,</l><l n="399">τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="400">πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,</l><l n="401">ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·</l><l n="402">αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,</l><l n="403">τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.</l><milestone n="404" unit="card" ed="p"/><l n="404"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="405">ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,</l><l n="406">ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,</l><l n="407">οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,</l><l n="408">λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν</l><l n="409">Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·</l><l n="410">ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,</l><l n="411">Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,</l><l n="412">σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο</l><l n="413">ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε</l><l n="414">Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.</l><l n="415">τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,</l><l n="416">πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.</l><l n="417">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,</l><l n="419">ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,</l><l n="420">ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.</l><l n="421">ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα</l><l n="422">ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·</l><l n="423">εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν</l><l n="424">πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·</l><l n="425">εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω</l><l n="426">ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.</l><l n="427">οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω</l><l n="428">δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,</l><l n="429">ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.</l></q><l n="430"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ
                  βοῦς</l><l n="431">ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης</l><l n="432">Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς</l><l n="433">ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,</l><l n="434">ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,</l><l n="435">οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη</l><l n="436">ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ</l><l n="437">χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν</l><l n="438">ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.</l><l n="439">βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.</l><l n="440">χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι</l><l n="441">ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς</l><l n="442">ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης</l><l n="443">ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.</l><l n="444">Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ</l><l n="445">χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ</l><l n="446">εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.</l><milestone n="447" unit="card" ed="p"/><l n="447"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="448">αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης</l><l n="449">ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας</l><l n="450">αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν</l><l n="451">θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις</l><l n="452">Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.</l><l n="453">οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="454">ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.</l><l n="455">τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,</l><l n="456">αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον</l><l n="457">πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="458">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="459">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="460">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="461">αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,</l><l n="462">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="463">ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.</l><l n="464"><milestone unit="para" ed="P"/>τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,</l><l n="465">Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.</l></div></div></body></text></TEI>