εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν· αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ· εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους· εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι, ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης, ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην, οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων. Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη, Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.