οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ· δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο· εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι· τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ· τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου· χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον· αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι· κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα. Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε, αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης. δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι, οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ. ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα. δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον· ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες; τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν· ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν· πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω. πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν, εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς, ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον