<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><q type="unspecified"><l n="250">Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;</l><l n="251">ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ</l><l n="252">πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;</l></q><l n="253"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="254">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="255">ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,</l><l n="256">εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν</l><l n="257">Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·</l><l n="258">τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l><l n="259">ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν</l><l n="260">κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν</l><l n="261">κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.</l><l n="262">ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους</l><l n="263">ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο</l><l n="264">πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.</l><l n="265">ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς</l><l n="266">δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·</l><l n="267">πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν</l><l n="268">Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.</l><l n="269">ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,</l><l n="270">δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην</l><l n="271">κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="272">τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.</l><l n="273">πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,</l><l n="274">πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,</l><l n="275">ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.</l><milestone n="276" unit="card" ed="p"/><l n="276"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,</l><l n="277">Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·</l><l n="278">ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,</l><l n="279">ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων</l><l n="280">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,</l><l n="281">πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,</l><l n="282">Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων</l><l n="283">νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.</l><l n="284">ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="285">ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.</l><l n="286">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον</l><l n="287">ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ</l><l n="288">ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="289">ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,</l><l n="290">κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.</l><l n="291">ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,</l><l n="292">ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="293">ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη</l><l n="294">ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·</l><l n="295">ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,</l><l n="296">ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.</l><l n="297">αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον</l><l n="298">ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν</l><l n="299">κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους</l><l n="300">Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="301">ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων</l><l n="302">ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·</l><l n="303">τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.</l><l n="305">ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,</l><l n="304">κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.</l><l n="306">τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης</l><l n="307">ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,</l><l n="308">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="309">ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν</l><l n="310">μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·</l><l n="311">αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="312">πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.</l><l n="313"><milestone unit="para" ed="P"/>καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,</l><l n="314">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="315">οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν</l><l n="316">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="317">ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα</l><l n="318">ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,</l><l n="319">ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ</l><l n="320">ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι</l><l n="321">ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ</l></q></div></div></body></text></TEI>