πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής· ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων. ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα. ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι. ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ, ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης. ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν, μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης, οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας, ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο, νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων. ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή. νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο· ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας. ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν· ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον. ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν, οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον, σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις. οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην, αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες· αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο, φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων. φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους. ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος, ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες, ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα. ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν. ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν